Ancient Greek · ~4 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.11
Not analysed yet
Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκίνησεν ὅπλα κατὰ τῆς Ῥώμης ὑπὲρ τῆς βασιλείας πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν: οὗτος δὲ ἦν Τούσκων βασιλεύς: καὶ μικροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν: ἡττηθεὶς δὲ ὅμως ἀπῆλθε: καὶ τρίτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ ὡς εἶδεν αὐτῷ τὰ περὶ τῆς βασιλείας οὐ χωροῦντα κατὰ νοῦν, ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπεποίητο πρὸς Ῥωμαίους, ἐν Τουσκόλῳ πολιχνίῳ τῆς Ῥώμης οὐ πόρρω ,μεταστὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις τεσσαρεσκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε. τετάρτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Σαβῖνοι Ῥωμαίοις ἐπήγαγον πόλεμον. ἡττηθέντων δὲ αὐτῶν πανστρατὶ οἱ Ῥωμαῖοι τὴν νίκην ἐθριάμβευσαν. ἔτει πέμπτῳ Οὐαλέριος, ὁ Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν τὸ κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτῃ πενίᾳ καὶ ἀπορίᾳ τῶν ἀναγκαίων, ὥστε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. καὶ τοῦτον δὲ αἱ γυναῖκες ὥσπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπένθησαν.