Ancient Greek · ~4 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.10
Not analysed yet
Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν ὁ τῆς βασιλείας ἀφαιρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ Ῥώμῃ πόλεμον. καὶ συναγείρας ἔθνη πολλὰ δἰ ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. ὡς δὲ τὸ πρῶτον συνέμιξαν, ὁ μὲν βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖλον: οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν ἐπ’ οἴκου. αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει καθάπερ πατέρα κοινὸν ἐτίμησαν. Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον κοινωνὸν ἑαυτῷ καὶ συνύπατον ἐχειροτόνησε, τὸν πατέρα τῆς Λουκρητίας. τούτου δὲ ὑπεξελθόντος νόσῳ τὸν βίον αὖθις Ὁράτιον Πούλβίλλον συνῆψεν ἑαυτῷ πρὸς τὴν ὕπατον ἀρχήν. ὁ γὰρ δὴ λειπόμενος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας. οὕτω δὴ συνέβη τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους Ταρκυνίου μὲν Κολλατίνου διὰ τὴν προσηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πεσόντος ἐν τῇ μάχῃ, Λουκρητίου δὲ τὴν ἐκ τῆς ἀρρωστίας τελευτὴν ὑπομείναντος.