Ancient Greek · ~5 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.2
Not analysed yet
Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ Ῥώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰσεδέξατο, ἔπειτα δὲ τοὺς προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος τούτους ἐπέστησε τοῖς λοιποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν Ἰταλῶν φωνήν: ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας: σύγκλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον, ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν τε αὐτοὺς ἐπὶ τὰς βουλὰς καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους. ἀλλ’ ἐπειδὴ τὸ πλῆθος αὐξηθὲν ἤδη συνοίκων ἐστέρητο γυναικῶν καὶ φόβος ʽ??ʼν ἐπιλιπεῖν τοὺς ἄνδρας, τέχνῃ δέδωκε διαδοχὴν τῷ γένει. παρακαλέσας γὰρ ὡς ἐπί τινα θέαν τὰ γειτινιῶντα τῶν ἐθνῶν ἁρπαγὴν γενέσθαι παρεσκεύασε τῶν παρθένων, ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγάγοντο. καὶ τὰς μὲν ἔσχον γαμητὰς ἁρπάσαντες: πόλεμον δὲ τὸ ἔργον ἐκίνησεν, οὗ συστάντος ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνάται, Κρουστουμῖνοι, Σαβῖνοι, Φιδηνάται, Βέειοι. συνοικίαι δὲ ἦσαν αὗται, καὶ κατ’ οἰκείαν ἀρχὴν ἑκάστη: καὶ μετὰ ταῦτα ἐπολίσθησαν: καὶ ταύταις ἔτι καὶ νῦν ἡ Ῥώμη ταῖς πόλεσι περιστεφανοῦται. τούτων οὕτω πραχθέντων, χειμὼν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν Ῥωμύλον ἐποίησεν. ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς θεοὺς ἀνειλῆφθαι. καθιερώθη οὗν παρὰ τῶν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριάκοντα. καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον οἱ καλούμενοι σενάτωρες, ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς δἰ ἡμερῶν πέντε τῆς ἐπιτροπείας ἀπ’ ἄλλων εἰς ἄλλους μεθισταμένης.