Ancient Greek · ~2 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.3
Not analysed yet
Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνεκλήθη βασιλεύς. οὗτος πολέμου μὲν ἀπέχετο παντός, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον ἢ Ῥωμύλος ἐγένετο χρήσιμος. νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη τε παρέδωκεν, ἀφ̓ ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο. ἱερὰ δὲ αὐτοῖς ἐτέλεσε ναούς τε κατεσκεύασεν. οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν.