Ancient Greek · ~2 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.4
Not analysed yet
Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. ὑπὸ τούτῳ πάλιν ἡ περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. νικῶνται γοῦν Ἀλβανοὶ μάχῃ, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες σημείοις ʽμίλια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσούτοις βήμασι συμμετρούμενοι τὸ σημεῖον̓, εἶτ̓ ἐφεξῆς ἡττῶνται Βἕ̣?ʼιοι καὶ οἱ ἀπὸ Φιδήνης, οἱ μὲν ἓξ χωριζόμενοι σημείοις; οἱ δὲ ὀκτωκαίδεκα. μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε τὸν Κέλλοιν αὐτῇ προσθεὶς λόφον. ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῇ βασιλικῇ στέγῃ.