Ancient Greek · ~5 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.8
Not analysed yet
Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος, ἕβδομός τε ὣν τῶν βασιλέων καὶ ὕστατος: καὶ νικᾷ μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς Ῥώμης: αἱρεῖ δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις: ἔθετό τε μετὰ Τούσκων σπονδάς: ναόν τε ᾠκοδόμησε τῷ καλουμένῳ Καπιτωλίῳ. μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημείοις πόρρω τῆς Ῥώμης, ἀπέλαβεν. ὁ γὰρ ὁμώνυμος αὐτοῦ παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνῃ λόγος, Ταρκυνίῳ Κολλατίνῳ συνοικοῦσαν ἐβιάσατο. τοῦτο ἐξήγγειλεν ἡ Λουκρητία τῷ τε ἀνδρὶ καὶ τῷ πατρί: καὶ μηνύσασα τὸ πάθος ἐν ὀφθαλμοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. ἐνταῦθα δὲ Βροῦτος, γένει προσήκων τῷ Ταρκυνίῳ, τὸν δῆμον ἀθροίσας ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρκύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον ἢ τοῦ γένους. τούτῳ δὲ καὶ τοῦ δήμου τῷ δόγματι ἡ στρατιὰ συνηκολούθησε, μεθ̓ ἧς ἐπολιόρκει τὴν Ἄρδεαν: τετάρτῳ τε καὶ εἰκοστῷ ἔτει βασιλείας μετὰ τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο. οὕτως ὑπὸ βασιλεῦσιν ἑπτὰ τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ τὰ τῆς Ῥώμης διῳκήθη πράγματα. μικρὰ δὲ ἧν ἔτι τὰ τῆς δυνάμεως αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημείων ἐκτεινομένων.