Ancient Greek
Book 1
Eutropius, Breviarium historiae romanae 1.9
Not analysed yet
Ἐντεῦθεν τὸ μετὰ τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι: ὥστε κἂν ἕτερον φαῦλον εἷναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περατουμένην μετριωτέραν εἶναι τὴν δυναστείαν. ἀνάγκη γὰρ ἦν ἀρίστους εἶναι δημαγωγοὺς εἰδότας ὡς κατὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων. γίνονται τοίνυν ὕπατοι τῷ πρώτῳ ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος Ἰούνιος Βροῦτος ὁ τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος καὶ Ταρκύνιος Κολλατῖνος ὁ τῆς Λουκρητίας ἀνήρ, ἧς ὑβρισθείσης ἐπράχθη τὰ περὶ Ταρκύνιον: ἀλλ’ ὁ Κολλατῖνος εὐθὺς τῆς ἐξουσίας ἀφῃρέθη: ʽἔδοξε γὰρ μηδένα ἐπὶ τῆς Ῥώμης εἶναι Ταρκύνιον ὀνομαζόμενον̓ καὶ τῆς οὐσίας προσαφαιρεθεὶς ἀπεώσθη τῆς πόλεως. ἀντικατέστη δὲ αὐτῷ Λούκιος Οὐαλέριος Πουβλικόλας.