Ancient Greek · ~4 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.10
Not analysed yet
Κωνσταντίῳ δὲ οὐ κατὰ τὸν ἀδελφὸν ἀπήντησε τὰ τῆς τύχης. Περσῶν γὰρ ἀεὶ καὶ μάχῃ κρατηθέντων καὶ ληφθέντων αἰχμαλώτων καὶ πόλεις ἀποβαλόντων καὶ πολιορκίαις καταδαπανηθέντων ἐν τοῖς ἔμπροσθεν οὐδέποτε Κωνστάντιος κατὰ Σαπώρου τοῦ τῶν Περσῶν βασιλεύοντος εὐτυχῶς ἐπολέμησε πλὴν ἐν Σιγγάροις: ἔνθα δὴ νίκην αὐτὸν ἀνελέσθαι παντελῆ τῶν τε ἱππέων καὶ τῶν ὁπλιτῶν ἡ προπέτεια οὐ συνειδότων τὸν καιρὸν διεκώλυσεν: ἀρχομένης γὰρ ἑσπέρας προεκαλέσαντο τὴν μάχην. καὶ μετὰ τὴν Κώνσταντος δὲ τελευτὴν Ἰταλίας καὶ Ἀφρικῆς καὶ Γάλλων ὑπὸ Μαγνεντίῳ τελούντων οὐδὲ τὰ τῶν Ἰλλυριῶν ἦν ἐν ἡσυχίᾳ τῆς ἐκεῖ στρατιᾶς πρὸς φυλακὴν τῆς χώρας Βετρανίωνά τινα πρεσβύτην ἀνειπούσης καὶ περιθείσης αὐτῷ τὴν ἁλουργίδα: ὃς ἐπίσημος μὲν ἦν ἐκ πολλῶν πολέμων καὶ τῆς κατ’ αὐτοὺς εὐτυχίας, ἀρετῆς δὲ ἐραστὴς οἷαν εἰκὸς τὸν ἐν ὅπλοις ὄντα ἐργάζεσθαι, ὅλης τῆς παλαιότητος εἰκών: παιδείας δὲ ἀμέτοχος τῆς ἐν λόγοις καὶ αὐτῶν ἄπειρος τῶν γραμμάτων πλὴν ὅσον τῆς τούτων ἐπεμελήθη γνώσεως ἀφ οὗπερ ἐβασίλευσε.