Ancient Greek · ~4 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.9
Not analysed yet
Διαδέχονται δὲ τὴν βασιλείαν οἱ τρεῖς παῖδες καὶ Δαλμάτιος ἀδελφοῦ παῖς Καίσαρ κεχειροτονημένος. ἀλλὰ Δαλμάτιος μὲν εὐθὺς ἀνῃρέθῃ ʽφύσεώς τε ἀρίστης νεανίσκος καὶ τῷ θείῳ μᾶλλον ἐμφερὴσ̓ στρατιωτῶν αὐτὸν κελεύοντος Κωνσταντίου διαχρησαμένων ἢ τὴν ἐπιβουλὴν οὐκ ἀγνοοῦντος. Κωνσταντῖνος δὲ τὸν ἀδελφὸν Κώνσταντα ἐν Ἀκυλίᾳ τῇ πόλει τῆς Ἰταλίας ἀπερισκέπτως ἐνστρεφόμενος ταῖς μάχαις ἔπεσε παρὰ τῶν ἡγεμόνων τῆς ἐναντίας παρατάξεως δεξάμενος τὴν πληγήν. τὴν πᾶσαν δὴ λοιπὸν ἀρχὴν ἔσχον Κώνστας τε καὶ Κωνστάντιος: ἀλλ’ ὁ μὲν ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ τὸ πρῶτον ἐκλάμψας ὁ Κώνστας ἔπειτα καὶ ὑπὸ νόσου καὶ ὑπὸ τῆς τῶν συνόντων πονηρίας ἐξ ἀρετῆς εἰς κακίαν ἰσόρροπον μετέστη καὶ τοῖς τε ὑπηκόοις ὢν βαρὺς τῷ στρατεύματί τε ἀηδὴς ἐξ ἐπιβουλῆς Μαγνεντίου νεωτερίσαντος ἀνῃρέθη πλησίον τῆς Ἱσπανίας ἐν φρουρίῳ Ἑλένῃ καλουμένῳ ἑπτακαίδεκα βασιλεύσας ἐνιαυτούς, τριακοστὸν δὲ τῆς ἡλικίας ἐκπληρώσας, στρατιώτης οὐκ ἀγεννὴς οὐδὲ εὐκαταφρόνητος τῇ στρατιᾷ, τοὐναντίον δὲ φοβερώτατος οὐχὶ ὠμότητος ἀλλ’ ἀνδρείας ποιούσης φόβον.