Ancient Greek · ~5 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.2
Not analysed yet
Γαλλέριος δὲ ἀνὴρ καὶ κατ’ ἀρετὴν αὐτῷ προσφερὴς καὶ τὴν τῶν πολέμων ἐμπειρίαν ἔχων ἀνδρείᾳ τε καὶ τοὺς πώποτε νενικηκὼς αἰσθόμενος ἔτι Κωνσταντίου περιόντος ἀναγκαίως αὐτῷ προσήκειν τῶν τε Ἰταλικῶν καὶ Ἀφρικῶν ἐπιμεληθῆναι πραγμάτων ʽἐπειδήπερ αὐτῶν ἀφειστήκει τῆς τελευτῆς Κωνστάντιοσ̓ δύο Καίσαρας ἐχειροτόνησε: Μαξιμιανὸν μὲν ἐπέστησε τοῖς ἑῴοις, Σευῆρον δὲ τοῖς ἐν Ἰταλίᾳ: αὐτὸς δὲ ἐν τοῖς Ἰλλυριοῖς διέτριβε. πολλοὶ δὲ τῇ σχέσει τῇ πρὸς Κωνστάντιον ἐνεχείρισαν Κωνσταντίνῳ τὴν βασιλείαν τῷ τούτου παιδὶ διάγοντι κατὰ τὰς Βρεττανίας: καὶ τὴν ἀρχὴν ἐδέξατο τοῦ πατρὸς ἐξ ἀνίσων αὐτῷ γεγενημένος γάμων. τούτων οὕτω διακειμένων τὸ τάγμα τῶν πραιτωριανῶν ἔκ τινος αἰτίας εἰς στάσιν ἀρθὲν Μαξέντιον τὸν Ἑρκουλίου παῖδα πρὸ τῆς Ῥώμης ἐχειροτόνησεν ἐν ἀγρῷ διατρίβοντα. καὶ ἐπειδή τις ἤγγειλε τοῦτο τῷ πατρί, λαβὼν ἐλπίδα τοῦ πάλιν ἀνακτήσασθαι τὴν ἐξουσίαν ἣν ἀπέθετο καταλαμβάνει τὴν Ῥώμην ἀπὸ τῆς Λουκανίας, ἔνθα μετὰ πολλῆς εὐδαιμονέστατα διετέλει τῆς ἡσυχίας ʽκαὶ γὰρ ἐπιτερπέστατον ἦν τὸ χωρίον̓, γράφει τε πρὸς Διοκλητιανὸν προτρέπων καὶ αὐτὸν ἐπὶ τὴν ἴσην γνώμην. ἀλλὰ Διοκλητιανὸς μὲν κατεγέλασε τῶν γραμμάτων, ὁ δὲ Γαλλέριος τὴν τῶν πραιτωριανῶν ἀταξίαν μαθὼν Σευῆρον ἀποστέλλει τὸν Καίσαρα τιμωρὸν τοῦ τολμήματος. ὃς ἀφικόμενος μετὰ πολλῆς στρατιᾶς περικαθεσθεὶς τὴν πόλιν κατελείφθη ὑπὸ τῶν οἰκείων τῷ Μαξεντίῳ προστεθέντων. καὶ φυγὼν ἐπὶ τῆς Ῥαβέννης ἀνῃρέθη.