Ancient Greek · ~4 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.3
Not analysed yet
Ἑρκούλιος δὲ ὁ Μαξεντίου πατὴρ ἐν μέσῳ τῷ στρατῷ δημηγορῶν ὡς καταφανὴς ἐγένετο τὸν μὲν παῖδα παρωθούμενος, ἐφ̓ ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων, μετὰ πολλὰς τὰς ἐπ’ αὐτῷ γενομένας λοιδορίας ἀπεχώρησεν ἐπὶ τὰς Γαλλίας πλαττόμενος ὑπὸ τοῦ παιδὸς ἐληλάσθαι, ὥστε ἀφορμὴν αὐτῷ τοῦτο γενέσθαι τῆς πρὸς Κωνσταντῖνον σχέσεως, ὃς ἦν αὐτῷ γαμβρὸς ἐπὶ θυγατρί: τὸ δὲ ἀληθὲς ἐπραγματεύετο τὸν Κωνσταντίνου φόνον, ὃς ἤδη τῷ φίλτρῳ τῶν ἀρχομένων παρελήλυθε τὸν πατέρα Φράγγους τε νενικηκὼς καὶ Ἀλαμανοὺς καὶ τοὺς βασιλέας αὐτῶν ὑφ̓ ἑαυτῷ πεποιημένος, οὓς καὶ θηρίοις παραδοὺς ἐν κοινῇ θέᾳ διέφθειρεν: οὗτος ὁ δόλος Ἑρκουλίου τὴν θυγατέρα Φαύσταν οὐκ ἔλαθε Κωνσταντίνῳ συνοικοῦσαν: ἀλλ’ ἐπαγγέλλει τὸ τοῦ πατρὸς ἐγχείρημα. δέει τοίνυν τοῦ γαμβροῦ μεμαθηκότος ἤδη τὴν ἐπιβουλὴν φεύγει καὶ γενόμενος ἐν τῇ Μασσαλίᾳ παρασκευαζόμενός τε ἐκεῖθεν ἐπὶ τὸν υἱὸν ἐκπλεῦσαι Μαξέντιον ἀνῃρέθη δικαιοτάτην ὑπομείνας τελευτὴν ὠμότητός τε καὶ τοῦ θηριώδους τρόπου χάριν: πρὸς γὰρ τῇ κακίᾳ ταύτῃ πρὸς πάντας ἦν ἄπιστος καὶ τῆς κοινῆς πολιτείας λυμεὼν κοινότητος παντοδαπῆς ἀλλότριος.