Ancient Greek · ~3 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.6
Not analysed yet
Μετὰ δὲ ταῦτα πολλαῖς αὐτῷ συμπλακεὶς μάχαις σπονδάς τε θέμενος, ἑ̣?ʼτα καὶ ταύτας ὑπερβάς, ἐπειδὴ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡττημένος ὁ Λικίννιος καὶ οὐδὲ ὑπὸ τῶν ὅρκων ὠφελούμενος πρὸς τὴν θεσσαλονίκην κατέφυγεν, ἀνεῖλέ τε αὐτὸν καὶ κατέστη μόνος αὐτοκράτωρ τρεῖς ἔχων ὑφ̓ ἑαυτῷ Καίσαρας τοὺς ἑαυτοῦ παῖδας, ὅπερ οὐδέπω πρότερον ἡ τῶν Ῥωμαϊκῶν ἔσχε πραγμάτων κατάστασις. ἐκ ταύτης τῆς εὐπραγίας μετεβλήθη τοὺς τρόπους καὶ τῆς κοινότητος ὑπερεῖδε τῆς πολλῆς τε ἐκείνης πρᾳότητος ἀφεῖλεν, ἣν ἐν προοιμίοις ἐπ̣̔?ʼδείξατο, προῆλθέ τε εἰς ὠμότητα, δἰ ἣν καὶ αἵμασιν οἰκείων ἐμιάνθη σωμάτων υἱοῦ τε καὶ ἀδελφιδοῦ φόνον ἐργασάμενος φίλοις τε ὡς πλείστοις τὴν χεῖρα ἐπιβαλών.