Ancient Greek · ~2 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.5
Not analysed yet
Οὐ μὴν ἡσύχασε Λικιννίῳ τὰ πράγματα. Κωνσταντῖνος γὰρ στρατηγεῖν τε ἀγαθὸς ὢν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις δυνατώτατός τε ἤδη ἐν ταῖς προσθήκαις γεγενημένος ἐπήγαγεν αὐτῷ πόλεμον ἐπιθυμίᾳ τῆς τοῦ παντὸς ἀρχῆς παρὰ φαῦλον ποιησάμενος τὴν ἀπὸ τοῦ γάμου συγγένειαν: κηδεστὴς γὰρ ἦν αὐτῷ Λικίννιος ἐπ’ ἀδελφῇ Κωνσταντίᾳ. καὶ πρῶτον μὲν ἐν Κιβάλει πόλει Παιονικῇ πολλὴν συναγείραντα δύναμιν καὶ παρασκευῇ πάσῃ χρώμενον ἀθρόως ἐπελθὼν διεσκέδασεν ἐκράτησέ τε Δαρδάνων καὶ Μυσῶν καὶ Μακεδόνων καὶ πολλῶν ἑτέρων ἐθνῶν, ὦν ὁ Λικίννιος ἐβασίλευσε.