Ancient Greek · ~2 min
Book 10
Eutropius, Breviarium historiae romanae 10.8
Not analysed yet
Νόμους δὲ τοὺς μὲν δἰ αὐτὸ τὸ κακὸν ἔθηκε μόνον, τοὺς δὲ ἐκ περιουσίας πρὸς οὐδὲν χρήσιμον: ἔστι δὲ οὓς ἀπηνέστερον συνέγραψεν ὡς διὰ τούτου τάξιν ἐπιθήσων τῇ πολιτείᾳ. παρασκευαζόμενος δὲ ἐπιστρατεῦσαι κατὰ Περσῶν τὴν Μεσοποταμίαν ἐνοχλούντων ἑνὶ καὶ τριακοστῷ τῆς βασιλείας ἔτει, τῆς δὲ ἡλικίας ἑξηκοστῷ καὶ ἕκτῳ κατὰ τὴν Βιθυνίαν ἐτελεύτησεν ἐν Νικομηδικῷ χωρίῳ. καὶ τὴν τελευτὴν αὐτοῦ πρὸ ἄλλου τινὸς ἀγγέλου τοῖς πανταχοῦ κομήτης ἀστὴρ ἐμήνυσεν ἐπὶ πολλαῖς ἀνίσχων ταῖς ἡμέραις. ὁ μὲν οὗν συνηριθμήθη τοῖς θεοῖς.