Ancient Greek · ~5 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.11
Not analysed yet
Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις ἐν ὑστάτῳ τῆς Ἰταλίας πάσης κειμένοις ἐπήχθη παρὰ Ῥωμαίων πόλεμος. αἰτία δὲ ἦν τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης τετολμημένη. ἀκμαζόντων δὲ τῶν κατὰ τὴν μάχην Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι, γένος μὲν τῶν ἀπ’ Ἀχιλλέως, βασιλεύοντα δὲ τῶν Ἠπείρων. καταλαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος: καὶ τοῦτον πρῶτον πόλεμον ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν. ἐπὶ τούτῳ ὕπατος ἐχειροτονήθη Πούβλιος Οὐαλέριος Λευῖνος. οὗτος Πύρρου κατασκόπους ἑλὼν προσέταξεν ἅπαν αὐτοῖς ἐπιδειχθῆναι τὸ στρατόπεδον, εἶτα ἀφεθῆναι καὶ τῷ Πύρρῳ γενέσθαι μηνυτὰς ὦν ἐθεάσαντο. μετὰ ταῦτα γίνεται μάχη καὶ τραπέντος τοῦ Πύρρου μεταβολὴν ἔσχεν διὰ τοὺς ἐλέφαντας ἡ τοῦ πολέμου τύχη. ἀγνῶτες γὰρ ὄντες τούτων οἱ Ῥωμαῖοι τῶν θηρίων καὶ τῶν ἵππων πρὸς τὴν ἀθρόαν ὄψιν ἐκπλαγέντων φοβηθέντες ἔσχον ἔλαττον. κακῶς δὴ τῶν Ῥωμαϊκῶν ἐκ τούτου διακειμένων ἡ νὺξ ἔδωκε τῇ συμπλοκῇ τέλος: ᾗ χρησάμενος ὁ Λευῖνος ὑπεχώρησεν. κατὰ δὴ ταύτην τὴν μάχην χιλίους ὀκτακοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλεν καὶ τῶν μεγίστων αὐτοὺς ἠξίωσε τιμῶν: τοὺς δὲ πεσόντας ἐξ αὐτῶν τῶν Ῥωμαίων ταφῇ παραδέδωκεν. ἰδὼν δὲ αὐτοὺς καὶ ἐν νεκροῖς τοῖς σώμασιν φοβεροὺς πάντων τε τὰς πληγὰς ἐμπροσθίους, τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν ἔφη πάσης ἂν κρατῆσαι τῆς γῆς, εἰ τοιούτοις αὐτῷ χρῆσθαι στρατιώταις ἐξεγένετο.