Ancient Greek · ~5 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.12
Not analysed yet
Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ Λουκανοὶ καὶ Βρούττιοι καὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώμην: πᾶν τε τὸ προστυχὸν ἤ πυρὸς ἦν ἔργον ἢ σιδήρου καὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρκησαν: ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον τῆς πόλεως ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν. φοβηθεὶς δὲ ὁ Πύρρος τὸν ὕπατον καὶ τὴν σὺν αὐτῷ στρατιὰν ὄπισθεν αὐτῷ κατακολουθήσασαν εἰς τὴν Καμπανίαν ὑπεχώρησεν: καὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις Ῥωμαίων ἐξωνήσασθαι βουλόμενοι τοὺς αἰχμαλώτους. τούτους διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐποιήσατο εἶχέ τε ὡς ἔνι μάλιστα φιλοφρόνως, τὰ λύτρα τε ἀπωσάμενος προῖκα τοὺς αἰχμαλώτους ἀπέπεμψεν. ἕνα δὲ ἐκ τῶν πρέσβεων Φαβρίκιον οὕτως ἠγάσθη καὶ ἐθαύμασεν, ὥστε, ἐπειδὴ πενίᾳ συζῇν αὐτὸν ἔγνω, τοὺς θησαυροὺς ἐπιδείξας τὸ τέταρτον αὐτῷ προὔθηκεν αὐτῶν τε καὶ τῆς ἀρχῆς, εἰ τὴν πρὸς αὐτὸν ἕλοιτο συνουσίαν καὶ κατὰ τῶν πολιτῶν αὐτῷ προστεθείη. καταφρονηθείσης δὲ τῆς ὑποσχέσεως ηὐξήθη τῷ Πύρρῳ τὸ περὶ τὴν Ῥώμην τε καὶ τοὺς ἐξ αὐτῆς θαῦμα καὶ πρέσβεις ὁ νενικηκὼς πέμπει παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑκατέροις: τῆς δὲ πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανὴς Κινέας. τῶν σπονδῶν δὲ μέρος ἦν καὶ τόδε: τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεκτο τὸν Πύρρον ἤ πολιορκηθὲν ἤ ἑκούσιον, τῆς αὐτοῦ δεσποτείας εἶναι.