Ancient Greek · ~5 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.14
Not analysed yet
Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος. στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην: μιᾷ δὲ τῶν νυκτῶν ἰατρός τις τῷ Πύρρῳ συνὼν προσφεύγει τῷ Φαβρικίῳ ὑπισχνούμενος φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρπὸς γένοιτο. τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ σημάνας ὡς οὔκ ἐστι Ῥωμαίων δόλῳ τοὺς ἐχθροὺς ἀλλ’ ὅπλοις ἀναιρεῖν. τότε τὸν Φαβρίκιον ὑπεραγασθεὶς ὁ Πύρρος, οὗτός ἐστιν, ἔφη, Φαβρίκιος ὃν οὔκ ἐστιν ἀφελκυσθῆναι τοῦ πρέποντος ὥσπερ οὐδὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπεχώρησεν. Φαβρίκιος δὲ Λουκανούς τε καὶ Σαμνίτας ἑλὼν ὑπὲρ τῆς νίκης ἐθριάμβευσε. δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεντάτος καὶ Κορνήλιος Λέντουλος: εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρατεύουσιν. ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην καὶ τὸ μὲν στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγκρατής. ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἵκοσι τρεῖς ἦσαν χιλιάδες. οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον. ἐπισημότατός τε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ Ῥώμῃ φανέντων. τούτων οὕτω πραχθέντων καὶ τὴν Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν: ἔνθα τὸ τέλος τοῦ βίου ἐδέξατο πεσὼν ἐν πολέμῳ.