Ancient Greek · ~3 min
2.15 to 2.17
Eutropius, Breviarium historiae romanae 2.15-17
Not analysed yet
Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς Ῥώμης ἔτει. κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλεξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν Ῥώμην αἰτούμενοι παῤ αὐτῶν εἰρήνην τε καὶ φιλίαν. Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος Πικένται πόλεμον ἐκίνησαν. χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν, ὥστε καἰ θριάμβῳ γενέσθαι χώραν. τότε δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν Ἀρίμινός τε ἐν Γάλλοις καὶ Βενεβεντὸς ἐν Σαμνίῳ. Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβωνος ἐλθόντων ἐπὶ τὴν ἀρχήν, κατὰ Σαλεντίνων ἐδογματίσθη πόλεμος: ἡττήθησαν δὲ καὶ τῆς πόλεως ἐξέπεσαν τῆς ἑαυτῶν καὶ μετὰ τούτων Βρουνδισηνοί. καθ̓ ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.