Ancient Greek · ~3 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.18
Not analysed yet
Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ τῆς πόλεως ἐπὶ πολὺ λοιπὸν ἦν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης ὄνομα: οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος. τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆθος ἀπογραφὴν ἐποιήσαντο καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες καὶ δισχίλιοι διακόσιοι τριάκοντα τέσσαρες: καίτοι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον οὐδεμιᾶς γενομένης ἀνακωχῆς πολέμου. ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κινεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον ἐχόντων ἀρχήν. γίνεται τοίνυν ἐν τῇ Σικελίᾳ συμπλοκή: καὶ νικήσας ὁ Κλαύδιος Ἄφρους τε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα καθ̓ ἑκατέρων ἐθριάμβευσε.