Ancient Greek · ~3 min
2.2 to 2.4
Eutropius, Breviarium historiae romanae 2.2-4
Not analysed yet
Καὶ Τίτος δὲ Κύντιος Κικιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας νίκην τε ᾔρατο κατ’ αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ προσένειμε: καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους παραδόντας ἑαυτοὺς ἐκτήσατο. πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν. Ἀλλ’ οὐκ ἐπὶ πολὺ τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία: μικρῷ γὰρ ὕστερον κατελύθη καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη διετέλεσεν. εἶτα τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν: ἀλλ’ οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήθησαν: ἐπανῆλθε γὰρ πρὸς τοὺς ὑπάτους ἡ ἐξουσία. Λουκίου τοίνυν Γενουκίου καὶ Κύντου Σερβιλίου γενομένων ὑπάτων τελευτᾷ Κάμιλλος τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύλον ἐψηφίσθησαν.