Ancient Greek · ~3 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.5
Not analysed yet
Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων στρατοπεδευσαμένων δὲ ἀντιπέρα τοῦ Ἀνιήνου ποταμοῦ Τίτος Κύντιος δικτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. ἀλλ’ ἔλυσε τὴν μάχην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ’ ἀνὴρ νεανίας Μανίλιος: ὑφ̓ ἑνὸς γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖνόν τε καθεῖλεν καὶ τῷ πολέμῳ τέλος ἔδωκε: τὸν στρεπτόν τε, ᾦ κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς ἐκ τούτου Τορκουάτος αὐτός τε προσηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες μηνύοντες τῇ προσηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου κόσμον. τόρκυς γὰρ ἐπιχωρίως ὁ στρεπτὸς καλεῖται. τότε μὲν οὖν φυγῇ παρέδοσαν ἑαυτούς. μετὰ δὲ ταῦτα καὶ κατεπολεμήθησαν ὑπὸ τοῦ δικτάτωρος Σουλπικίου. καὶ Τοῦσκοι δὲ ὑπὸ Γαΐου Μαρκίου συνεκόπησαν. εἰς ὀκτὼ δὲ χιλιάδας αἰχμαλώτων τῷ θριάμβῳ ποιήσας πλῆθος ὁ νικήσας ἐθριάμβευσε.