Ancient Greek · ~4 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.20
Not analysed yet
Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γνέου Κορνηλίου Ἀσιανοῦ κατεστηκότων ὑπάτων ἐναυμάχησαν Ῥωμαῖοι τοῦτο πρῶτον ἐν θαλάττῃ πολεμοῦντες: ναυσί τε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη: λιβύρνα δὲ ἡ συνήθεια προσαγορεύει. κατὰ ταύτην δὲ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος: κρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθη τε καὶ δεθεὶς ἀπήχθη. Δουέλλιος δὲ ἐπεξελθὼν τῇ μάχῃ νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε καὶ τριάκοντα ναῦς αἱρεῖ, δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας: ἑπτὰ δὲ χιλιάδας αἰχμαλώτων ὑφ̓ ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας σιδήρῳ τε καὶ τοῖς ὕδασιν νίκην τε κατεπράξαντο Ῥωμαῖοι, ἧς ἄλλην οὐχ ἡγήσαντο λαμπροτέραν οὐδ’ αὖ χαριεστέραν, ἐπειδήπερ ὡμολογημένου τοῦ κατὰ γῆν κράτους κρείττους καὶ κατὰ θάλατταν ὤφθησαν, ἐν ᾗ πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο. Γαΐου δὲ Ἀκυλίου Φλώρου καὶ Λουκίου Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν Κορσίκη καὶ Σαρδὼ πάντα τρόπον πολιορκηθεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆθος ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς ὑπάτοις γενομένων ἀφορμὴ θριάμβου τοῖς νενικηκόσιν ἐγένοντο.