Ancient Greek · ~6 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.21
Not analysed yet
Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου Ῥηγούλου τὴν ἀρχὴν ὑποδεξαμένων ἐκ τῆς Ἰταλίας τε καὶ Σικελίας ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη: καὶ γίνεται ναυμαχία καρτερὰ πρὸς Ἀμιλκάρην τὸν τῶν πολεμίων στρατηγόν. καθ̓ ἣν τέσσαρας καὶ ἑξήκοντα ναῦς οἱ Ῥωμαῖοι καταποντίσαντες τὸν μὲν στρατηγὸν ἔτρεψαν εἰς φυγήν, ἀπέβαλον δὲ καὶ αὐτοὶ δύο καὶ εἴκοσι ναῦς. ἀποβάντες δὲ εἰς τὴν πολεμίαν γῆν εὐθὺς μὲν Κλιπέαν εἷλον ἐπιφανῆ τῶν Ἄφρων πόλιν: δρόμος δὲ ἦν αὐτοῖς ἐπὶ τὴν Καρχηδόνα: πᾶν δὲ ὃ διῆλθον ἐκπολιορκήσαντες ἐχωρίσθησαν: καὶ Μανίλιος μὲν εἰς τὴν Ῥώμην ἐπανῆκε μετὰ λαμπρᾶς νίκης ἑπτὰ καὶ εἴκοσι χιλιάδας αἰχμαλώτων ἄγων. Ῥήγουλος δὲ προσμείνας ἔτι τοῖς πράγμασιν ἐπανέλαβεν ἐπ’ αὐτῆς τῆς Ἀφρικῆς τὴν μάχην τρισὶ τῶν πολεμίων στρατηγοῖς ἀντιπαραταξάμενος. περιγενόμενος δὲ τοῦ πολέμου ὀκτώ τε καὶ δέκα χιλιάδας ἀνελὼν καὶ πέντε ζώντων ἑλὼν ἐλέφαντάς τε ὀκτὼ καὶ δέκα ληϊσάμενος ἑβδομήκοντα καὶ τέσσαρας πόλεις ὑποσπόνδους τῇ Ῥώμῃ συνῆψε τάξας αὐταῖς οὓς ἐβουλήθη φόρους. ἐνταῦθα λοιπὸν οἱ Ἄφροι κεκμηκότων αὐτοῖς τῶν πραγμάτων εἰρήνην αἰτοῦσιν: οὐ δεξαμένου δὲ τὴν ἱκετείαν Ῥηγούλου συνθήκας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖς τε καὶ τραχείας, Λακεδαιμονίους ἐπεκαλέσαντο πρὸς συμμαχίαν. καὶ πέμπεται αὐτοῖς στράτευμα Λακωνικὸν ὑφ̓ ἡγεμόνι Ξανθίππῳ: συγκροτηθέντος οὖν πολέμου μεταπίπτει τῷ Ῥηγούλῳ τὰ τῆς τύχης: ἡττᾶται γὰρ ἧτταν οὕτω μεγάλην, ὥστε πάσης μὲν τῆς στρατιᾶς δισχιλίους διαφυγεῖν μόνους, αὐτὸν δὲ μετὰ πεντακοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον δεθῆναι, τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν.