Ancient Greek · ~2 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.23
Not analysed yet
Οἱ οὖν ἑξῆς ὕπατοι Γναῖος Σερβίλιος Κηπίων καὶ Γάϊος Σεμπρώνιος Βλαῖσος ἑξήκοντα καὶ διακοσίαις ναυσὶν ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τινὰς μὲν τῶν πόλεων ἑ̣?ʼλον, λαφύρων δὲ ἐμπλήσαντες τὰς ναῦς ἀπῄεσαν. ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρεν τὴν εὐπραγίαν ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις. αὗται τοίνυν αἱ συμφοραὶ ἀλλήλαις ἐφάμιλλοί τε καὶ συνημμέναι τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν Ῥωμαίων: δόγμα τε ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις μηδὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα, φυλακῆς ἕνεκα τῶν Ἰταλῶν ὁρίων πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.