Ancient Greek · ~4 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.22
Not analysed yet
Ἀλλ’ οἱ μετὰ τούτους ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ Σέρβιος Φούλβιος τὴν μὲν κατὰ τὸν πόλεμον δυσπραγίαν ἐπηνώρθωσαν, οὐδὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν: τριακοσίαις γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥστε τέσσαρας μὲν καὶ ἑκατὸν νῆας καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε χιλιάδας τὰς μὲν διαφθεῖραι τὰς δὲ αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον πᾶσι χρήμασι τοῖς ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι. οὐδὲν δ’ ἂν ἐκώλυσε δουλεῦσαι τότε τοὺς Ἄφρους, εἰ μὴ λιμὸς ἐπελθὼν προαπήγαγε τὴν στρατιὰν τοῦ τέλους. ἐν οὕτω λαμπροῖς τοῖς κατὰ τὴν μάχην καὶ μετὰ τοσούτων λαφύρων ἐπανιόντα τὸν στόλον σχεδὸν ἅπαντα θαλάσσιος κλύδων κατειργάσατο καὶ τοσοῦτον ἐγένετο ναυάγιον, ὥστε ἐκ τετρακοσίων καὶ ἑξήκοντα καὶ τεσσάρων νηῶν ὀγδοήκοντα μόνας ἀθλίως διασωθῆναι. οὐδείς τε χρόνος τοσοῦτον χειμῶνα μνήμῃ παραδέδωκεν ἀνθρώπων οὐδὲ τοσοῦτον σύμπτωμα θαλάσσιον. οὐ μὴν τοῦτο παρέλυσε τὸ φρόνημα τὸ Ῥωμαϊκὸν οὐδὲ ἀφεῖλέ τι τῆς ἀκμῆς: παραχρῆμά τε διακοσίας ἐπισκευασάμενοι ναῦς πρὸς ἑτέρας παρεσκευάσαντο ναυμαχίας.