Ancient Greek · ~5 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.25
Not analysed yet
νικηθεὶς δὲ τῇ προσεδρείᾳ παραγίνεται μὲν εἰς τὴν Ῥώμην. δοθέντος δὲ αὐτῷ λόγου οὐδὲν ἠνέσχετο κατὰ Ῥωμαῖον καὶ ὑπατικὸν ἄνδρα πρᾶξαι φάσκων, ἀφ̓ ἧς ἡμέρας ὑπὸ τοῖς πολεμίοις ἐγένετο, τῆς Ῥωμαϊκῆς ἐκπεπτωκέναι πολιτείας: οὔτε οὖν τὴν γαμετὴν ἐδέξατο περιπλοκὰς ζητήσασαν: καὶ σύμβουλος γίνεται Ρωμαίοις μὴ προσέσθαι τοὺς Ἄφρους ἐπαγγέλλοντας εἰρήνην. περικεκόφθαι γὰρ αὐτοῖς τὰς δυνάμεις καὶ μήτε αὐτὸν μήτε τοὺς συνειλημμένους αὐτῷ ἀξιοχρέους ὑπειλῆφθαι χρῆναι πρὸς τοσούτων αἰχμαλώτων τῶν ἐξ Ἀφρικῆς κατεχομένων ἀντίδοσιν. ταῦτα συμβουλεύσας ἐκράτησε, πάντων τῶν αὑτοῦ τὰ τοῦ δήμου προθείς. οὗ δὴ καὶ τοῦτο γενναιότατον τῶν ἔργων. τῶν γὰρ πρεσβευτῶν ἀπράκτων ἀποπεμφθέντων συναπῆλθε καὶ ὁ Ῥηγοῦλος καὶ βουλομένων αὐτὸν τῶν πολιτῶν κατέχειν οὐκ εἶξεν, ὡς οὐ δυνάμενος πρέπον ἀξίωμα πολίτῃ Ῥωμαίῳ ἔχειν μετὰ τὴν παρὰ τοῖς Ἄφροις δουλείαν. τοσοῦτον ἦν τὸ φρόνημα τῶν Ῥωμαίων: ἐπεὶ τὸ τῶν ὅρκων, οὓς ἐδεδώκει τοῖς Ἄφροις, ἧ μὴν ἐπανήξειν εἰ μὴ καταπράξαι τὰς σπονδάς, οὐδὲν ἐκώλυε μένειν. ὁ γὰρ ἀρχιερεύς, ὁ καλούμενος παῤ αὐτοῖς πόντιφεξ, οὐκ εἶναι τὸ πρᾶγμα ἐπιορκίαν ἐκ τῶν ἱερῶν ἐψηφίσατο νόμων. ἐπανελθὼν οὗν πρὸς τὴν Ἀφρικὴν πολυτρόποις ἐξεδόθη κολάσεσιν, ἃς ἄλλοι ἄλλως ἐκδεδώκασιν. καὶ παῤ αὐταῖς τὸν βίον ἐτελεύτησεν.