Ancient Greek · ~3 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.26
Not analysed yet
Ἐντεῦθεν Πούβλιος Κλαύδιος Ποῦλχρος καὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηθέντες ἐπ’ ἴσης ἐδυσημέρησαν. Κλαύδιος μὲν γὰρ οὐκ ἀφοσιωσάμενος, ᾗ ὁ νόμος, ἐνεανιεύσατο κατὰ τῶν συμβόλων ʽαὐσπίκεια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: σημεῖα δὲ ἦν ταῦτα δαιμονίως διδόμενα τοῖς ἐπὶ πόλεμον ἐξιοῦσἰ καὶ διὰ τοῦτο χεῖρον ἔσχεν ἐν τῇ τῶν Ἄφρων μάχῃ, ὥστε ἐκ διακοσίων εἴκοσι νηῶν, αἷς ἐναυμάχει, τριάκοντα διασωθῆναι καὶ αὐτὸν μετ’ αὐτῶν φυγεῖν: τὰς δὲ ἄλλας τὰς μὲν καταποντισθῆναι, τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν ἐμπλεόντων πολεμιστῶν γενέσθαι: ὁ δὲ ἕτερος ὕπατος ναυαγίῳ τὰς ναῦς ἀποβαλὼν τὸ στράτευμα σῶον ἐπανήγαγεν. ἐπ’ αὐτῇ γὰρ τῇ χέρσῳ ἐφθάρησαν αἱ νῆες, ὥστε τοὺς ἄνδρας ἄνευ πόνου τῆς γῆς ἐφικέσθαι.