Ancient Greek · ~7 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.9
Not analysed yet
Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους ὑπατευόντων Τίτου Βετουρίου καὶ Σπουρίου Ποστουμίου μετὰ πολλῆς κατεπολέμησαν τῆς αἰσχύνης: καὶ κύριοι καταστάντες αὐτῶν ἔθεντο σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς: ἀλλ’ ἡ σύγκλητος καὶ ὁ δῆμος τὰς μὲν σπονδὰς παρεσάλευσαν ὡς ἐν δυσπραγίᾳ γεγενημένας, ἀνέλαβον δὲ τὴν μάχην. καὶ οἱ πρότερον νενικηκότες ἡττήθησαν Παπιρίου τοῦ ὑπάτου τῇ μάχῃ στρατηγοῦντος. πεσόντων δὲ τῶν πλειόνων ἑπτὰ χιλιάδες ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενικηκόσιν ἐγένοντο: καὶ πρῶτος οὗτος κατὰ Σαμνιτῶν ἐδόθη τῷ Παπιρίῳ θρίαμβος. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Ἄππιος Κλαύδιος κήνσωρ αἱρεῖται. ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων καὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσθαί τε καὶ κρίνειν βίους: τιμωρίας τε κατὰ πάσης ἠδύνατο δυναστείας καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας. κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις καινοῖς κατακοσμεῖν τὴν πόλιν. ὁ Κλαύδιος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν Ῥώμην, ἥτις αὐτῷ μέχρι νῦν ἐπονομάζεται Κλαυδία: ὁδόν τε ἐστόρεσεν, ἥτις ἐπεκλήθη καὶ αὐτὴ τῷ πεποιηκότι Ἀππία προσαγορευθεῖσα. οὕτως ἡ μὲν τὸ ἐπώνυμον ἔσχε τοῦ πεποιηκότος, ἡ δὲ αὐτὸ τοὔνομα. τούτων ὧδε πεπραγμένων Σαμνῖται τὴν μάχην ἀνενεώσαντο Κύντου Φαβίου Μαξίμου τὴν ὑπατείαν ἔχοντος. παῖς δὲ ἦν οὗτος τοῦ μικροῦ πρόσθεν εἰρημένου Φαβίου Μαξίμου. οὗτος ἡττᾶται τὴν μάχην καὶ τρισχιλίους %5ἀποβάλλει τῶν μαχιμωτάτων. λήγατος δὲ αὐτῷ χειροτονηθεὶς ὁ πατὴρ Φάβιος ἐνίκησέ τε τοὺς Σαμνίτας καὶ πολλὰς αὐτῶν πόλεις εἷλεν. ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος Ῥουφῖνος καὶ Μάρκος Κούριος Δεντάτος καὶ συνάψαντες πρὸς τοὺς Σαμνίτας πόλεμον πολλαῖς τε μάχαις λαμπροὶ ὑπερέσχον καὶ παντάπασιν αὐτοὺς ἐκπολιορκήσαντες δἰ ἐτῶν ἐννέα καὶ τεσσαράκοντα τέλος ἔδοσαν τῷ πολέμῳ. ὡς ἔπος δὲ εἰπεῖν, οὐδὲν τῶν ἐντὸς τῆς Ἰταλίας ἐθνῶν οὕτω τὰς Ῥωμαϊκὰς δυνάμεις κατειργάσατο.