Ancient Greek · ~3 min
Book 2
Eutropius, Breviarium historiae romanae 2.8
Not analysed yet
Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη Ῥωμαίοις καὶ πρὸς ἄκρον ἀφίκοντο δυναστείας. ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πόλεμοι συνεκροτοῦντο. ἐπὶ Σαμνίτας γοῦν τριακοσίοις ἀπῳκισμένους σημείοις τὴν στρατιὰν ἐκίνησαν, ἧς ἀφηγεῖτο Παπίριος Κούρσωρ τὴν τῆς δικτατωρίας ἔχων ἐξουσίαν. χρείας δὲ αὐτὸν ἐπὶ τὴν Ῥώμην καλούσης τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον ʽἠκολούθει δὲ αὕτη, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἡ δυναστεία τῷ δικτάτωρἰ κατέλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ προαγορεύσας μὴ συμμίξαι μήτε εἰς χεῖρας ἐλθεῖν, πρὶν ἄν ἐκ τῆς Ῥώμης ἐπανήκῃ. λαβόμενος δὲ ὁ Φάβιος καιροῦ καὶ μικρὰ φροντίσας τῶν τοῦ δικτάτωρος ἐντολῶν ἐμαχήσατο μὲν μετὰ λαμπρᾶς τῆς τύχης καὶ τοὺς Σαμνίτας ἀπώλεσε πανστρατιᾷ. ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ δικτάτωρ αὐτῷ θανάτου: διεσώθη δὲ τῇ τε τοῦ στρατεύματος περὶ αὐτὸν σχέσει καὶ τῇ τοῦ δήμου σπουδῇ: τοσαύτη τε ἐκινήθη κατὰ τοῦ Παπιρίου στάσις, ὡς παρὰ μικρὸν ἐλθεῖν αὐτὸν θανάτου.