Ancient Greek · ~2 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.13
Not analysed yet
Τέσσαρας τοίνυν ἐνὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οἱ Ῥωμαῖοι: ἐν Ἰταλίᾳ πρὸς Ἀννίβαν, ἐν Μακεδονίᾳ πρὸς Φίλιππον, ἐν Σάρδοις πρός τε τοὺς ἐκ τῆς χώρας ἐκείνης καὶ πρὸς Ἀσδρούβαν, ἕτερον Ἄφρων στρατηγόν. τοῦτον Μάλλιος Τορκούατος ἐζώγρησε μάχῃ, πρότερον ἀποβαλόντα τῆς στρατιᾶς τῶν μὲν πεσόντων δέκα χιλιάδας, τῶν δὲ ἀπαχθέντων αἰχμαλώτων εἰς πεντακοσίους τε καὶ χιλίους. καὶ οὕτω Σάρδονες μὲν Ῥωμαίοις ἀπεδόθησαν: ὁ δὲ τοῦ πολέμου στρατηγὸς Μάλλιος ζῶντα τὸν Ἀσδρούβαν εἰσήγαγε τοῖς Ῥωμαίοις. οὕτω τούτων κεχωρηκότων νικᾷ καὶ Λαιβῖνος τὸν Φίλιππον: καὶ οἱ Σκηπίωνες ἐν Ἱσπανοῖς τόν τε Ἀσδρούβαν καὶ Μάγωνα καὶ αὐτὸν ἀδελφὸν Ἀννίβου.