Ancient Greek · ~4 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.12
Not analysed yet
Τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Αννίβου τῆς ἐν Ἰταλίᾳ Μάρκελλος ὕπατος χειροτονηθεὶς περὶ τὴν Νώλαν ʽπόλις δὲ ἐστιν αὕτη τῆς Καμπανίασ̓ συνεκρότησε πρὸς τὸν Ἀννίβαν πόλεμον καὶ νικᾷ τῇ μάχῃ. ἡττηθεὶς δὲ ὅμως ἐκεῖνος περὶ τὰς πόλεις ἐστρέφετο, τὰς μὲν πολιορκίᾳ, τὰς δὲ φόβῳ τῆς Ῥωμαϊκῆς ἀφιστὰς δυναστείας. τῆς γοῦν Ἀπουλίας καὶ Καλαβρίας καὶ Βρούττων τὰς πλείστας ἐφ̓ἑαυτῷ κατεστήσατο: τοσαύτη τε ἦν τῶν κατ’ αὐτὸν ἡ λαμπρότης, ὥστε καὶ Φίλιππον τῶν Μακεδόνων βασιλέα πρεσβείαν ὡς αὐτὸν στείλαντα ὑποσχέσθαι κατὰ Ῥωμαίων: ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε: καθαιρεθέντων εἰς ἅπαν Ῥωμαίων σύμμαχον καὶ αὐτὸν αὐτοῖς γενέσθαι πρὸς τὸν κατὰ τῶν Ἑλλήνων πόλεμον. ἀλλὰ συνέβη τοὺς ἐκ Μακεδονίας πρέσβεις τῷ Ῥωμαϊκῷ περιπεσεῖν στρατῷ: καὶ οὕτως ἐγένετο δήλη τοῖς Ῥωμαίοις ἡ Μακεδονικὴ πρεσβεία. πέμπουσι τοίνυν Λαιβῖνον μὲν ἐπὶ Μακεδόνας, Τορκούατον δὲ ἐπὶ Σαρδόνας: ἤδη γάρ τοι καὶ αὕτη Ῥωμαίων ἀποστᾶσα προσεκεχωρήκει τοῖς Ἄφροις.