Ancient Greek · ~4 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.15
Not analysed yet
Ἐν δὲ ταῖς Ἱσπανίαις μετὰ τὴν τῶν Σκηπιώνων τελευτὴν οὐκ ὄντος ἡγεμόνος τῷ στρατεύματι πέμπεται Σκηπίων ἕτερος, ὁ καλούμενος Πούβλιος, παῖς Σκηπίωνος τοῦ πρότερον ἐκεῖ πεπολεμηκότος, γεγονὼς μὲν ἔτη τέσσαρα καὶ εἴκοσι,τῶν δὲ κατ’ αὐτὸν καὶ τῶν ἐφεξῆς ἁπάντων ἄριστος. οὖτος εὐθὺς ἐκ προοιμίων αἱρεῖ Καρχηδόνα τὴν ἐν Ἱσπανίαις, ὁμώνυμον τῇ μητροπόλει τῆς Ἀφρικῆς: αἱρεῖ δὲ τὸ χρυσίον ἅπαν καὶ τὸν ἄργυρον καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν τῶν Ἄφρων αὐτόθι κειμένην ὡς ἐν ὀχυρῷ χωρίῳ: καὶ τοὺς ὁμήρους δὲ σύμπαντας, οὓς ἐκ τῶν ἐπισήμων γενῶν ἐτύγχανεν Ἀννίβας εἰληφώς, τούτοις τὴν τῆς γῆς ἀσφαλιζόμενος κτῆσιν. γίγνεται δὲ καὶ τοῦ Μάγωνος ἐγκρατής, ὃς ἦν ἀδελφὸς ʽὡς ἔφην̓ Ἀννίβου. Ῥωμαῖοι μὲν ὁ̣?ʼν τὴν λείαν ἅπασαν καὶ Μάγωνα δεξάμενοι λαμπρὰν ἦγον ἑορτήν. ὁ δὲ Σκηπίων προσαγόμενος τοὺς Ἱσπανοὺς ἅπασιν ἀπέδωκε τοὺς ὁμήρους: καὶ τοῦτο πάντας ἐποίησε τοὺς Ἱσπανοὺς ὥσπερ ἐκ μιᾶς γνώμης προσθέσθαι Σκηπίωνι τε καὶ Ῥωμαίοις. μετὰ ταῦτα συμμίξας τοῖς Ἄφροις τρέπει μὲν τὸν Ἀσδρούβαν εἰς φυγήν, πολύν δὲ καὶ ἐκ ταύτης τῆς μάχης ἀνείλετο πλοῦτον.