Ancient Greek · ~3 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.16
Not analysed yet
Οὕτω τῶν Ῥωμαϊκῶν διακειμένων Φάβιος ὕπατος καταστὰς ὑπηγάγετο Τάραντα, ἐν ᾗ πάντα τὸν ἐκ τοῦ πολέμου πλοῦτον παρακαταθέμενος ἐτύγχανεν Ἀννίβας. ἀνεῖλε δὲ καὶ τὸν ὑφηγεμόνα αὐτοῦ Καρθάλωνα: καὶ πέντε καὶ εἴκοσι χιλιάδας ἀνδρῶν, οὓς εἷλεν ἐν τῇ μάχῃ ζῶντας, ἀπέδοτο καὶ τὴν λοιπὴν πᾶσαν λείαν διένειμε τῷ στρατῷ, τὰ τιμήματα τῶν πεπραμένων αἰχμαλώτων μόνον τῷ Ῥωμαϊκῷ καθοσιώσας ταμιείῳ. τούτοις τοῦ Φαβίου τοῖς ἔργοις αἱ πρὸς Ἀννίβαν τῆς Ἰταλίας πόλεις μετετέθησαν ἐπὶ τοὺς Ῥωμαίους, τῶν οἰκούντων αὐτὰς κἀνταῦθα τοὺς ἡττημένους ἀπολιπόντων. τῷ δὲ μετὰ ταῦτα ἐνιαυτῷ Σκηπίων ἐν Ἱσπανοῖς αὐτός τε μεγαλουργῶν καὶ τὸν ἀδελφὸν Λούκιον Σκηπίωνα συνεργὸν ἔχων ἑβδομήκοντα πόλεις ἀνέβαλεν, αἳ προσεκεχωρήκεισαν τοῖς Ἄφροις. ἀλλ’ ἐπὶ τῆς Ἰταλίας οὐκ ἦν ὅμοια τὰ Ῥωμαίων, Μαρκέλλου περιπεσόντος ἐνέδραις, ἃς ἔστησεν Ἀννίβας καὶ τὴν τελευτὴν οὕτω δεξαμένου.