Ancient Greek · ~2 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.21
Not analysed yet
αὐτὸς δὲ ὑπὸ Καρχηδονίων κατεκλήθη τῆς πολιορκίας αὐτοὺς πιεζούσης: ἑπτακαιδεκάτῳ τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας Ἀννίβας ἀπεχώρησε. καὶ τότε πρεσβεύονται παρὰ τὸν Σκηπίωνα Καρχηδόνιοι: ὁ δὲ ἀναπέμπει πρὸς Ῥωμαίους πέντε καὶ τεσσαράκοντα ἡμέρας ἀνακωχὴν δοὺς τῷ πολέμῳ, ὡς ἄν ταύταις ἀπελθεῖν γένοιτο ῥᾴδιον. καὶ τοῦδε αὐτῷ μισθὸς ἦν τριῶν μυριάδων ἀργυρίου σταθμός: δεξαμένη τοίνυν ἡ σύγκλητος τὴν πρεσβείαν κύριον ποιεῖται τῶν σπονδῶν τὸν Σκηπίωνα. καὶ τίθεται ταῦτα ἐφ̓ ᾧτε μὴ πλείους ἢ τριάκοντα ναῦς ἔχειν Καρχηδονίους καὶ δοῦναι Ῥωμαίοις ὑπὲρ τῶν σπονδῶν πεντήκοντα μυριάδων ἀργυρίου σταθμὸν τοὺς αἰχμαλώτους δὲ ἅπαντας καὶ τοὺς προσηλύτας ἀποδοῦναι.