Ancient Greek · ~3 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.22
Not analysed yet
Ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς Ἀννίβας, καὶ πολλὰ τρόπον πολεμίων Ἄφροι διεπράττοντο: ὥστε καὶ τοὺς πρέσβεις αὐτῶν ἐκ τῆς Ῥώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ Σκηπίωνος στρατιᾶς συλληφθῆναι. ἀλλ’ ὁ Σκηπίων αὐτοὺς διαφῆκε καὶ συνάπτει μάχην πρὸς τὸν Ἀννίβαν. ἡττηθεὶς δὲ Ἀννίβας ἐν ἁπάσαις ταῖς συμπλοκαῖς γίγνεται καὶ αὐτὸς ἱκέτης ὑπὲρ εἰρήνης. αἱ σπονδαὶ ἀνελήφθησαν, ἐφ̓ οἷς ἐγένοντο τὴν ἀρχήν, προστεθεισῶν, ὅτι δὴ τὴν ἀρχὴν παρεσπόνδησαν, ἀργυρίου λίτρων εἰς δέκα μυριάδας. ἀλλ’ οὐκ ἐδέξαντο τὴν προσθήκην οἱ Καρχηδόνιοι, προσέταξαν δὲ τὸν Ἀννίβαν πολέμῳ κρίνεσθαι. ἐπῆλθε τοίνυν αὐτός τε Σκηπίων τῇ Καρχηδόνι καὶ Μασινίσσας, ἕτερος Νουμιδῶν βασιλεύς, φίλος καὶ σύμμαχος τῷ Σκηπίωνι γεγενημένος. μελλούσης δὲ κινεῖσθαι τῆς μάχης ἐβουλήθη κατασκοπῆσαι τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν Ἀννίβας καὶ πέμπει κατασκόπους. τούτους ἑλὼν ὁ Σκηπίων ἐπιδειχθῆναι τε αὐτοῖς προσέταξε τὸ στράτευμα καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευήν, δειπνήσαντας δὲ ἀφεθῆναι μηνύσοντας ἅπερ τεθέαντο.