Ancient Greek · ~2 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.23
Not analysed yet
Ὡς δὲ ἐγγὺς ἦσαν χειρῶν, τὰ μὲν τῆς παρατάξεως ἧν ἄξια θαυμάσαι, δύο στρατηγοῖν ἀρίστοιν τὰ στρατεύματα ταττόντοιν: ὡς δὲ τὸ ἔργον ἤρξαντο, νικᾷ τε ὁ Σκηπίων καὶ μικροῦ ζῶντα τὸν Ἀννίβαν αἱρεῖ. ἀλλ’ ὁ μὲν σὺν τέτταρσιν ἱππεῦσι διεσώθη: πλοῦτος δέ, ὅσος οὔπω πρότερον, ἐν τῇ παρεμβολῇ κατελήφθη τῶν πολεμίων, εἴκοσι μὲν μυριάδων ἀργυρίου, χρυσίου δὲ ὀκτὼ σταθμός: ἐσθήματά τε πολλὰ καὶ παντοδαπά. οὗτος ὁ πόλεμος ἐκύρωσε τὰς σπονδὰς καὶ πρὸς τὴν Ῥώμην ἐπανῆκεν ὁ Σκηπίων καὶ τὴν νίκην ἐθριάμβευσεν Ἀφρικανός τε ἐπεκλήθη τῆς ἑαυτοῦ νίκης γενόμενος ἐπώνυμος. ἐτελεύτησε δὲ ὁ πόλεμος οὗτος ἐννάτῳ καὶ δεκάτῳ ἐνιαυτῷ.