Ancient Greek · ~2 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.5
Not analysed yet
Μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη ʽὄρος δὲ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον̓ ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ’ οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.