Ancient Greek · ~2 min
Book 3
Eutropius, Breviarium historiae romanae 3.6
Not analysed yet
Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους: ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκηπίων: ἀλλ’ οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν ἄγων νικᾷ τε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον καὶ τὴν Μεδιόλανον ἑλὼν πολύν τε συναγείρας χρημάτων ὄγκον ἐθριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.