Ancient Greek · ~3 min
Book 4
Eutropius, Breviarium historiae romanae 4.16
Not analysed yet
Κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν Ἱσπανίᾳ πρὸς Κελτοὺς Ἴβηρας ἐμαχέσατο γενναίως: καὶ παραδίδωσι τήν τε ἀρχὴν καὶ τὸν πόλεμον Πομπηΐῳ. εἶτ̓ ἐφεξῆς αὐτός τε καὶ Κύντος Καιπίων ἐπὶ τὸν Πουρίανθον ἐξεπέμφθησαν. ὃς ἐν τῇ Λυσιτανίᾳ κατὰ Ῥωμαίων ἤρξατο πολέμου καὶ τοὺς Ἱσπανοὺς ἀνηρέθισε τέταρτον ἤδη καὶ δέκατον ἔτος ἡσυχάσαντας. ἦν δὲ ὁ Πουρίαθος ποιμήν, εἶτα ληστρικὸν: μετῆλθε βίον, τελευτῶν δὲ εἰς τοῦτο ἦλθε παρανοίας ὡς ἐν νῷ λαβεῖν ἐλευθερῶσαι δύνασθαι τοὺς Ἱσπανοὺς ἀπὸ τῶν Ῥωμαίων: ὁ μὲν οὖν ὑπὸ τῶν οἰκείων ἀνῃρέθη, Καιπίων δὲ τοῖς ἀνελοῦσι μισθὸν ἐπαγγέλλουσιν ἀπεκρίνατο μηδαμῶς ἀρέσκειν Ῥωμαίοις ἀναιρεῖσθαι τὸν ἡγούμενον ὑπὸ τῶν ὑπηκόων.