Ancient Greek · ~4 min
Book 4
Eutropius, Breviarium historiae romanae 4.17
Not analysed yet
Πομπήϊος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηθεὶς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποιήσατο: καὶ Ὁστίλιος δὲ Μαγκῖνος ὁ μετ’ αὐτὸν ὕπατος ἀναλαβὼν τὴν μάχην χαλεπώτερόν τε ἡττηθεὶς ἢ Πομπήϊος ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰσχροτέραις, ὡς τὸν δῆμον τὸν τῶν Ῥωμαίων μήτε δέξασθαι τὰς σπονδὰς καὶ τὸν Μαγκῖνον παραδοῦναι τοῖς πολεμίοις πεισόμενον ὅ τι ἂν αὐτοῖς δοκῇ. ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ καὶ ἥττης καὶ συνθήκης ἐκπέμπεται Σκηπίων ὁ καλούμενος Ἀφρικανὸς μετὰ τῆς ὑπατικῆς ἐξουσίας. οὗτος πρότερον μὲν ἐπεμελήθη τῆς στρατιᾶς ὑπὸ τοῖς προτέροις ἡγεμόσι διεφθαρμένης γυμνασίοις τε αὐτοὺς καταμελετῶν καὶ χωρὶς ὠμότητος καὶ τιμωρίας εἰς τὸ δέον ἐπανάγων: ὡς δὲ ἥρμοσε τοὺς ἄνδρας, ἐπῆλθε τῶν πόλεων ταῖς ἀποστάσαις: καὶ τοὺς μὲν σφᾶς αὐτοὺς παραδόντας, τοὺς δὲ πολιορκίαις ἐπηγάγετο. τελευταῖον δὲ ἐπὶ τὸ κεφάλαιον ἦλθε τοῦ πολέμου τὴν Νουμαντίαν: καὶ προσκαθεσθεὶς λιμῷ τε πιέσας τοὺς ἔνδον τήν τε πόλιν εἷλε καὶ κατέσκαπτε: καὶ τὸ ἔθνος ἅπαν ἀπέδωκε τῇ Ῥώμῃ.