Ancient Greek · ~1 min
4.18 to 4.19
Eutropius, Breviarium historiae romanae 4.18-19
Not analysed yet
Ἐν τούτῳ τῷ χρόνῳ τελευτᾷ τῆς Ἀσίας ὁ βασιλεὺς Ἄτταλος ὁ Εὐμενοῦς ἀδελφὸς κληρονόμῳ χρησάμενος τῷ δήμῳ Ῥωμαίων: γίγνεται κύριος τῆς Ἀσίας ὁ δῆμος τῷ τῆς διαδοχῆς δικαίῳ. Καὶ Βροῦτος δὲ κατὰ Γάλλων καὶ Λυσιτανῶν ἐνδοξότατα ἐθριάμβευσε: καὶ Σκηπίων κατὰ Νουμαντίνων τεσσαρεσκαίδεκα ἔτεσιν ὕστερον τοῦ κατὰ Ἄφρων θριάμβου.