Ancient Greek · ~3 min
Book 4
Eutropius, Breviarium historiae romanae 4.2
Not analysed yet
Πρὸς ὃν Τίτος Κύντιος Φλαμίνιος ἐκπεμφθεὶς νικᾷ τε αὐτὸν καὶ τίθεται σπονδάς: ὥστε καὶ τῶν πόλεων αὐτὸν ἀπέχεσθαι τῶν Ἑλληνικῶν, αἳ προσεκεχωρήκεσαν Ῥωμαίοις παρὰ τὸν τοῦ πολέμου καιρόν, καὶ τοὺς αἰχμαλώτους καὶ προσηλύτας ἀποδοῦναι καὶ μὴ πλείους ἔχειν πεντήκοντα νηῶν, τὰς δὲ λοιπὰς ἁπάσας παραδοῦναι: ὡς δὲ καὶ τοῖς ἑξῆς ἐνιαυτοῖς διδόναι φόρον ἐτήσια τετρακισχίλια τάλαντα ἀργυρίου καὶ προσέτι τὸν Δημήτριον ὅμηρον παραδοῦναι. μεταστήσας δὲ ἐπὶ τοὺς Λακεδαιμονίους ὁ Φλαμίνιος τὴν στρατιὰν κρατεῖ τε αὐτῶν μάχῃ καὶ τὸν στρατηγὸν αἱρεῖ συνθήκας ἃς ἐβουλήθη ποιησάμενος ὑπόσπονδον θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε προτρεχόντων αὐτῷ τοῦ ἅρματος Δημητρίου τε τοῦ Φιλίππου παιδὸς καὶ Ἀρμένου τοῦ Νάβιδος.