Ancient Greek · ~2 min
Book 4
Eutropius, Breviarium historiae romanae 4.3
Not analysed yet
Οὕτω καὶ τῶν Μακεδονικῶν καὶ τῶν Λακωνικῶν ἡσυχασάντων πρὸς Ἀντίοχον τὸν βασιλεύοντα Συρίας ἀνεφύη πόλεμος. ὕπατοι δὲ ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων καὶ Μάρκος Ἀκίλιος Γλαβρίων: συνεμάχει δὲ τῷ μὲν Ἀντιόχῳ πεφευγὼς ἐκ τῆς Καρχηδόνος Ἀννίβας ʽδέος γὰρ αὐτὸν ἐξήγαγε τῆς πατρίδος ὡς Ῥωμαίοις ἐκδοθησόμενον̓, Ῥωμαίοις δὲ ὁ Μακεδόνων Φίλιππος. γίνεται δὲ νυκτομαχία κατὰ τὴν Ἀχαῒαν ὑφ̓ ἡγεμόνι τῷ Γλαβρίωνι καὶ τῆς μὲν παρεμβολῆς τοῦ βασιλέως οἱ Ῥωμαῖοι γίγνονται κύριοι: φεύγει δὲ ἐκεῖνος ἐπὶ τὸ λοιπὸν τῆς βασιλείας. Φιλίππῳ δὲ Δημήτριος παῖς ἀπεδόθη: τῆς συμμαχίας χάριν.