Ancient Greek · ~5 min
Book 4
Eutropius, Breviarium historiae romanae 4.6
Not analysed yet
Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μακεδονίας. ὁ δὲ τούτου παῖς ʽΠερσεὺς ἦν ὄνομα αὐτᾦ ἐτυράννησε κατὰ Ῥωμαίων πολλὴν συλλέξας στρατιὰν συμμαχικόν τε οὐ μικρόν: Κότυν τε γὰρ τὸν Θρᾳκῶν βασιλέα καὶ Γέντιον τὸν Ἰλλυριῶν ἐπεκέκλητο. παρασκευὴ τοίνυν ἦν ἑκατέρωθεν ἅπασα Ῥωμαίοις ἐπικουρούντων Εὐμενοῦς τε, ὃς τῆς Ἀσίς ἐκράτει, καὶ τοῦ Καππαδοκῶν βασιλέως Ἀριαράτου καὶ τῆς Συρίας Ἀντιόχου καὶ Πτολεμαίου τοῦ Αἰγύπτου καὶ Μασινίσσου τοῦ Νουμίδου. Προυσίας γὰρ, εἰ καὶ κηδεστὴς ἦν ἐπ’ ἀδελφῇ τοῦ Περσέως, ἑκατέροις γε ὅμως αὐτὸν ἴσον παρέσχεν: ἡγεῖτο δὲ τῆς Ῥωμαϊκῆς στρατιᾶς Πούβλιος Λικίννιος ὕπατος τοῦτον αὐτῷ τὸν πόλεμον ἀποκληρώσαντος τοῦ δήμου: καὶ νικᾶται τῇ μάχη. καίτοι νενικηκὼς ὁ Περσεὺς εἰρήνην ἐπαγγείλας παρὰ τῶν Ῥωμαίων διήμαρτεν: ὁ γὰρ δῆμος οὐκ ἔφη δώσειν, εἰ μὴ καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτοῦ πάντας ἐκδοίη τοῖς αὐτοὺς παραστησαμένοις. δεύτερος οὖν ἐπ’ αὐτὸν πέμπεται Λούκιος Αἰμίλιος Παῦλος: καὶ Γάϊος Ἄννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν Ἰλλυριὸν Γέντιον. ὁ μὲν οὖν Γέντιος ἅμα τε συνέμιξε καὶ ἡττήθη καὶ τοῖς Ῥωμαίοις ἑαυτὸν παρέδωκεν μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ: καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. ἐγένετο δὲ τὸ ἔργον ἡμέραις τριάκοντα: ἔφθασέ τε τὴν τῆς συμπλοκῆς ἡ τῆς νίκης ἀκοή.