Ancient Greek · ~3 min
Book 4
Eutropius, Breviarium historiae romanae 4.7
Not analysed yet
Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφθειρε μὲν αὐτοῦ χιλιάδας εἴκοσι τοῦ πεζοῦ. ἐκεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐδὲ ἑκατὸν ἀποβαλὼν τῶν μαχομένων: αἱ μὲν ὁ̣?ʼν πόλεις εὐθὺς προσεχώρησαν Ῥωμαίοις: ὁ Περσεὺς δὲ ὑπὸ τῶν συμπεφευγότων καταλειφθεὶς ἑαυτὸν παρέδωκε Ῥωμαίοις: καὶ ὁ Παῦλος οὐχ ὡς ἡττημένον οἶδεν, ἀλλὰ καὶ προσπίπτοντα πρὸς τὰ γόνατα ἀνώρθωσε καὶ καθέδρας ἠξίωσε τῆς αὑτοῦ καὶ τῆς ἄλλης μετέδωκε τιμῆς. ἐντεῦθεν Ἰλλύριοι τε καὶ Μακεδόνες ὑπὸ Ῥωμαίοις ἐτέλουν ὅροις τοῖσδε: εἶναι μὲν αὐτοὺς αὐτονόμους, τῇ πόλει δὲ τῇ Ῥωμαίων εἰσφέρειν ὧν τοῖς βασιλεῦσιν εἰσέφερον μέρος ἥμισυ, πείθειν γὰρ ἠβούλοντο Ῥωμαῖοι τοὺς ὑπηκόους, ὡς οὐκ ἐπιθυμοῦσι χρημάτων. τοὺς μὲν ὅρους τούτους ἐν κοινῷ τῶν πανταχόθεν πρέσβεων ἀπήγγειλεν ὁ Παῦλος: ἐκάλεσέ τε αὐτοὺς εἰς εὐωχίαν φάσκων χρῆναι καὶ νικᾶν τε ὅπλοις καὶ νενικημένους ἑστιᾶν