Ancient Greek · ~4 min
Book 5
Eutropius, Breviarium historiae romanae 5.1
Not analysed yet
Ὅτε δὲ ὁ πρὸς Ἰουγούρθαν ἐπράττετο πόλεμος, πολλαῖς ἑτέραις μάχαις ἐκράτουν Ῥωμαῖοι διὰ τῶν ὑπάτων. Μανίλιος γὰρ καὶ Καιπίων Κίμβρους καὶ Τεύτονας καὶ Τουγούρους καὶ Ἄμβρονας ʽἔθνη δέ ἐστι ταῦτα Γερμανῶν τε καὶ Γάλλων̓ κατεπολέμησαν. οὗτοι μετὰ τοσαύτης ἐπανέστησαν τῷ δήμῳ στρατιᾶς, ὅση ἤνεγκε φόβον οὐχ ἥττω τῆς Ἀννίβου τυραννίδος: περὶ αὐτῆς γοῦν ἔδεισαν Ῥωμαῖοι τῆς πόλεως. πολλάκις γοῦν συμμίξαντες καὶ πολλάκις ἡττηθέντες ἔμενον ἔτι πολέμιοι, ἀλλὰ Μάριος μετὰ τὴν κατὰ Ἰουγούρθα νίκην ἐπὶ Κίμβρους καὶ Τεύτονας ἐξεπέμφθη. καὶ παρασυρομένου τοῦ πολέμου τρίτον τε αὐτῷ καὶ τέταρτον ἐπισυνήφθη τὰ τῆς ἀρχῆς τοῦ ὑπάτου. κατὰ δὲ τὴν τετάρτην ὑπατείαν κοινωνὸς αὐτῷ ἦν τῆς ὑπατείας Κύντος Λουτάτιος Κατοῦλος. ἄμφω τοίνυν συνέμιξαν τοῖς Κίμβροις καὶ δύο νικῶσι μάχας οὕτω σφοδρῶς ὡς εἴκοσι μὲν μυριάδας ἀνδρῶν πεσεῖν, αἰχμαλώτων δὲ ὀκτὼ γενέσθαι καὶ προσέτι Τευτόβοδον τὸν στρατηγὸν τῶν πολεμίων. ὑπὲρ ταύτης οὗν τῆς νίκης καὶ πέμπτον αὐτῷ τὰ τῆς ἀρχῆς ἐψηφίσθη καὶ ταῦτα ἀπόντι.