Ancient Greek · ~2 min
Book 5
Eutropius, Breviarium historiae romanae 5.2
Not analysed yet
Οὐ μὴν ἡσύχασαν Κίμβροι καὶ Τεύτονες, ἀλλ’ ἔτι τῷ πλήθει κρατοῦντες ʽοὐχ ἧττον γὰρ ἦν τοῦ διεφθαρμένου τὸ λειπόμενον̓ τὰ σφέτερα αὐτῶν ἀφέντες παρῆλθον ἐπὶ τὴν Ἰταλίαν: ὑπὸ τῶν αὐτῶν δὲ αὗθις, Μαρίου τε καὶ Κατούλου, κατεπολεμήθησαν. ἔνθα δὴ καὶ λαμπρότερον ἐγένετο τὸ ἔργον Κατούλου: καὶ πίπτουσιν ἐν τῇ τελευταίᾳ μάχῃ δέκα καὶ τέσσαρες ἀνδρῶν μυριάδες, ἕξ δὲ αἰχμαλώτων ἄγονται τριακοσίων μόνον ἐκ τοῦ Ῥωμαϊκοῦ πεσόντων στρατοῦ. στρατιωτικὰ δὲ σημεῖα ὑπὸ Ῥωμαίοις ἐγένοντο τρία καὶ τριάκοντα. ὧν ἕν μὲν καὶ τριάκοντα εἷλον οἱ ὑπὸ Κατούλῳ μαχόμενοι, δύο δέ, ὧν ἡγεῖτο Μάριος. ἑκάτεροι δὲ ὅμως ἐθριάμβευσαν.