Ancient Greek · ~4 min
Book 5
Eutropius, Breviarium historiae romanae 5.3
Not analysed yet
Τῷ δὲ ἑξακοσιοστῷ καὶ πεντηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπατον εἶχον ἀρχὴν Σέξτος Ἰούλιος Καίσαρ καὶ Λούκιος Μάρκιος Φίλιππος, σχεδὸν δὲ ἅπας ἡσύχαζε πόλεμος. ἀλλ’ ἐξαίφνης Πικένται καὶ Πελίγνοι ἀστασιάστως τὸν παρελθόντα ἅπαντα χρόνον ὑπακούσαντες Ῥωμαίοις ἀπεθρασύναντο καὶ τὸ ἴσον αὐτοῖς ὑπάρχειν ἠβούλοντο πρὸς τὸν δῆμον. ἐγένετο τοίνυν βαρὺς οὗτος πόλεμος, ὡς καὶ τὸν ὕπατον ἐν αὐτῷ πεσεῖν ἄριστον ἄνδρα Πούβλιον Ῥουτίλιον, Καιπίωνα τῶν ἐπιφανῶν νεανίσκον, καὶ Πόρκιον Κάτωνα καὶ αὐτὸν ὕπατον. ἡγοῦντο δὲ τοῦ στρατοῦ τῶν πολεμίων, Πικέντων καὶ Μάρσων, Τίτος Βήττιος, Ἱέριος Ἀσίνιος, Τίτος Ἑρρέννιος, Αὖλος Κλουέντιος. οὗτος ὁ θόρυβος ἐποίησε Μάριον ἕκτην δέξασθαι τὴν ὕπατον ἀρχήν: τὸ δὲ ἔργον ἐπράχθη παρὰ Πομπηΐου τε καὶ Σύλλου, τῇ μάχῃ καὶ αὐτῶν ἐπιστατούντων. Σύλλας γοῦν Κλουέντιον τὸν μαχιμώτατον τῶν ἐναντίων στρατηγὸν μετὰ πάσης τῆς δυνάμεως εἷλε. τέσσαρσίν ἐνιαυτοῖς ἀεὶ καὶ συμπλεκόμενος καὶ νικῶν ἐν τῷ παντὶ χρόνῳ φαίνεται μόνον ἕνα τῶν οἰκείων ἀποβαλὼν στρατιώτην. πέμπτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος ὁ πόλεμος τοῦ Σύλλου κατορθώσαντος αὐτὸν ἐν ὑπατικῇ λοιπὸν ἐξουσίᾳ: τὰ γὰρ πρότερα πραίτωρ ἐτύγχανεν εἰργασμένος.