Ancient Greek · ~3 min
Book 5
Eutropius, Breviarium historiae romanae 5.9
Not analysed yet
Καὶ πάσης ἐκράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν. δεύτερος οὗν ἐπεκαλεῖτο Σύλλας. ἀπὸ δὲ τῆς Σικελίας ἐπὶ τὴν Ἀφρικὴν διαπλεύσας συμπλέκεται Δομητίῳ ʽΜαρίου καὶ οὗτος ἦν στρατηγόσ̓ καὶ αὐτόν τε ἀναιρεῖ καὶ τὸν Ἰέρδαν Μαυρῶν βασιλεύοντα, συμμαχοῦντα τῷ Δομητίῳ. ὡς οὖν καὶ τῶν ἐμφυλίων κεκρατηκὼς ὁ Σύλλας τὸν κατὰ Μιθριδάτου θρίαμβον ἀπεπλήρωσε. καὶ Πομπήϊος δὲ πρῶτος τοῦτο λαχὼν ἐν νεότητι τὸ γέρας εἰκοστῷ καὶ τετάρτῳ τῆς ἡλικίας ἔτει κατὰ τῶν Ἄφρων ἐθριάμβευσεν. οὕτως ἐτελεύτησαν ὅ τε Ἰταλικὸς πόλεμος καὶ ὁ ἐμφύλιος πόλεμος ἐπὶ δεκάτῳ ἐκταθέντες ἐνιαυτῷ, ὀλεθριώτατοι γενόμενοι τῇ Ῥώμῃ. κατ’ αὐτοὺς γὰρ ἀπέβαλον ἑκατὸν καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν ὁπλιτῶν, εἴκοσι δὲ καὶ τέσσαρας ὑπατικοὺς ἄνδρας ἑπτά τε πραιτωρίους, αἰδιλικίους ἑξήκοντα, συγκλητικοὺς δὲ ἀμφὶ τοὺς διακοσίους. ἡ δὲ τῶν αἰδιλικίων ἀρχή τις ἦν, ἧς πρώτης οἱ παριόντες ἐπὶ τὰ πράγματα τῆς πόλεως ἐτύγχανον.