Ancient Greek · ~3 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.1
Not analysed yet
Μάρκου Αἰμιλίου Λεπίδου καὶ Κύντου Κατούλου γενομένων ὑπάτων καὶ τῆς πολιτείας ὑπὸ τοῦ Σύλλου πεφυλαγμένης καινοὶ πόλεμοι πανταχόθεν ἐξανέστησαν ἐν μὲν ταῖς Ἱσπανίαις Σερτωρίου νεωτερίσαντος ʽὃς τῆς Μαρίου συμμορίας ἦν̓ καὶ τοὺς Ἱσπανοὺς εἰς ὅπλα κινήσαντος, δείσαντος μὴ ταὐτὰ πάθῃ τοῖς λοιποῖς τοῖς Μαρίῳ κεκοινωνηκόσιν, ἐν Παμφυλίᾳ δὲ καὶ Μακεδονίᾳ καὶ Δαλματίᾳ τῶν ἐνοίκων τῆς γῆς κατὰ τοῦ δήμου στασιασάντων. πέμπονται τοίνυν ἐπὶ μὲν τὸν Σερτώριον Κύντος Καικίλιος Μέτελλος ὁ Μετέλλου παῖς τοῦ Ἰουγούρθαν νικήσαντος καὶ Λούκιος Δομήτιος. ἀλλ’ ὁ μὲν Δομήτιος συμμίξας ἀνῃρέθη, Μέτελλος δὲ ἀμφήριστον ἔσχε τὴν μάχην: ἐπεὶ δὲ οὐκ ἐδόκει μόνος ἀρκεῖν, πέμπεται Πομπήϊος: καὶ διαφόρους ἔσχεν ἡ μάχη τύχας νῦν μὲν κρατοῦντος νῦν δὲ ἡττωμένου Σερτωρίου. διελθόντων δὲ ἐνιαυτῶν ὀκτωκαίδεκα Σερτώριος ὑπὸ τῶν οἰκείων ἀνῃρέθη καὶ Ἱσπανοὶ ἐντεῦθεν ἠρεμοῦντες διέμειναν.